|
|
us that none of them reached a great age, neither Patroclus nor Antilochus, and further, neither Sarpedon, nor Memnon, nor Achilles, nor Hippolytus; nor the Boeotians, Otus and Ephialtes, who, Homer says, were the tallest and handsomest men ever born next to Orion,17 nor Orion18 himself.
|
|
|
21 Ταῦτα οὖν, ὦ ἄνδρες, λογιζομένους ὑμᾶς ἐκεῖνόν τε ὡς μακάριον νομίζειν χρὴ καὶ αὐτοὺς μηδὲν ἧττον διὰ τοῦτο ἐφίεσθαι τῶν πόνων καὶ τῆς φιλοτιμίας, ὡς, εἴ τινι συμπέσοι τελευτῆσαι ταχύτερον, ἀνόνητος ἐσόμενος τῶν ἀγαθῶν τινος· p392ὁ γὰρ εὐκλεοῦς δόξης τυχὼν μεστὸς ἄπεισι τῶν ἀγαθῶν· ἀλλὰ καὶ γυμνάζεσθε προθύμως καὶ πονεῖτε, οἱ μὲν νεώτεροι νομίζοντες αὑτοῖς ἀπολελεῖφθαι τὴν ἐκείνου χώραν, οἱ δὲ πρεσβύτεροι τῶν ἰδίων ἔργων ἀξίως. καὶ φρονεῖτε δὲ ἐπ᾽ αὐτοῖς ὅσον χρὴ ἄνδρας26 πρὸς ἔπαινον καὶ δόξαν ἀγαθὴν βιοῦντας καὶ τῆς ἀρετῆς ὄντας ἀσκητάς. 22 τὸν δὲ ἀποιχόμενον μνήμῃ τιμᾶτε, μὴ δάκρυσιν· οὐ γὰρ πρέποι ἂν ἥδε ἡ τιμὴ γενναίοις ὑπὸ γενναίων, οὐδ᾽ ἂν Ὅμηρον ἐπαινέσαιμι, ὅτι φησὶ δεύεσθαι τάς τε ψαμάθους καὶ τὰ ὅπλα τοῖς δάκρυσι τῶν Ἀχαιῶν. ἀλλὰ ἐκεῖνος μὲν ποιητικῇ μᾶλλον ἠκολούθησεν ἡδονῇ, θρήνων ὑπερβολὰς ἐπιδειξάμενος, ὑμεῖς δὲ ἐγκρατῶς φέρετε.
|