|
|
13 Αὐτίκα γοῦν οἱ τῆς Ἰοκάστης υἱεῖς οὐκ, ἐπεὶ διέστησαν τοῦ πλείονος χάριν, ὁ μὲν μόνος ἄρχειν βουλόμενος, ὁ δ᾽ ἐξ ἅπαντος τρόπου ζητῶν κομίσασθαι τῆς δυναστείας τὸ μέρος, οὐκ ἀδελφοὶ μὲν ὄντες ἀλλήλους ἀπέκτειναν, μεγάλων δὲ κακῶν αἴτιοι κατέστησαν τοῖς συναραμένοις ἀμφότεροι, τῶν μὲν ἐπιστρατευσάντων παραχρῆμα ἀπολομένων, ὧν δὲ ἀμυναμένων16 μετὰ μικρὸν ἡττηθέντων, ἐπειδὴ τοὺς νεκροὺς οὐκ εἴων ταφῆναι; 14 καὶ μὴν δι᾽ ἑνὸς ἀνδρὸς πλεονεξίαν, τοῦ τὴν Ἑλένην ἁρπάσαντος καὶ τὰ τοῦ Μενελάου κτήματα, οἱ τὴν17 μεγίστην τῆς Ἀσίας οἰκοῦντες πόλιν ἀπώλοντο μετὰ παίδων καὶ γυναικῶν, καὶ μίαν γυναῖκα ὑποδεξάμενοι καὶ χρήματα ὀλίγα τηλικαύτην τιμωρίαν ἔτεισαν. ὁ τοίνυν Ξέρξης, ὁ τῆς ἑτέρας ἠπείρου κύριος, ἐπειδὴ καὶ τῆς Ἑλλάδος ἐπεθύμησε καὶ τοσοῦτον στόλον καὶ τοσαύτας μυριάδας συναγαγὼν ἤνεγκεν, ἅπασαν μὲν αἰσχρῶς ἀπέβαλε τὴν δύναμιν, μόλις δὲ τὸ σῶμα ἴσχυσε διασῶσαι φεύγων αὐτός. πορθουμένης δὲ μετὰ p200ταῦτα τῆς χώρας καὶ τῶν πόλεων τῶν ἐπὶ θαλάττῃ φέρειν ἠναγκάζετο. 15 καὶ μὴν Πολυκράτην φασίν, ἕως μὲν Σάμου μόνης ἦρχεν, εὐδαιμονέστατον ἁπάντων γενέσθαι· βουλόμενον δέ τι καὶ τῶν περᾶν πολυπραγμονεῖν, διαπλεύσαντα πρὸς Ὀροίτην, ὡς χρήματα λάβοι, μηδὲ ῥᾳδίου γε θανάτου τυχεῖν, ἀλλὰ ἀνασκολοπισθέντα ὑπὸ τοῦ βαρβάρου διαφθαρῆναι.
|