|
|
78 Ἐπεὶ δὲ εἰσῆλθον, καταλαμβάνουσι τὴν Τυραννίδα καθημένην ὑψηλήν, ἐξεπίτηδες προσποιουμένην καὶ ἀφομοιοῦσαν αὑτὴν τῇ Βασιλείᾳ, πολὺ δέ, ὡς ἐνόμιζεν, ἐν27 ὑψηλοτέρῳ καὶ κρείττονι τῷ28 θρόνῳ, μυρίας ἄλλας τινὰς ἔχοντι γλυφὰς καὶ διαθέσει29 χρυσοῦ καὶ ἐλέφαντος καὶ ἠλέκτρου καὶ ἐβένου καὶ παντοδαπῶν χρωμάτων p42 πεποικιλμένῳ. τὴν δὲ βάσιν οὐκ ἐν ἀσφαλὴς ὁ θρόνος οὐδὲ ἡδρασμένος, ἀλλὰ κινούμενός τε καὶ ὀκλάζων. 79 ἦν δὲ οὐδ᾽ ἄλλο οὐδὲν ἐν κόσμῳ διακείμενον, ἀλλὰ πρὸς δόξαν ἅπαντα καὶ ἀλαζονείαν καὶ τρυφήν, πολλὰ μὲν σκῆπτρα, πολλαὶ δὲ τιᾶραι καὶ διαδήματα ἐπὶ τῆς κεφαλῆς. καὶ δὴ μιμουμένη τὸ ἐκείνης ἦθος ἀντὶ μὲν τοῦ προσφιλοῦς μειδιάματος ταπεινὸν ἐσεσήρει καὶ ὕπουλον, ἀντὶ δὲ τοῦ σεμνοῦ βλέμματος σκυθρωπὸν ὑφεωρᾶτο καὶ ἄγριον. 80 ἵνα δὲ φαίνοιτο μεγαλόφρων, οὐ προσέβλεπε τοὺς προσιόντας, ἀλλ᾽ ὑπερεώρα30 καὶ ἠτίμαζεν, ἐκ δὲ τούτου πᾶσιν ἀπηχθάνετο, πάντας δὲ ἠγνόει.31 καθημένη δὲ ἀτρεμίζειν οὐκ ἐδύνατο, θαμινὰ δὲ κύκλῳ περιέβλεπε καὶ ἀνεπήδα πολλάκις ἐκ τοῦ θρόνου. τὸ δὲ χρυσίον αἴσχιστα ἐφύλαττεν ἐν τοῖς κόλποις, πάλιν δὲ ἐρρίπτει φοβηθεῖσα ἀθρόον, εἶτ᾽ εὐθὺς ἥρπαζεν ὅ τι ἔχοι τις τῶν παριόντων καὶ τὸ βραχύτατον. 81 ἡ δὲ ἐσθὴς παντοδαπή, τοῦτο μὲν ἁλουργίδων, τοῦτο δὲ φοινίκων, τοῦτο δὲ κροκωτῶν· ἦσαν δὲ καὶ λευκοί τινες φαινόμενοι τῶν πέπλων· πολλὰ δὲ καὶ κατέρρηκτο τῆς στολῆς. χρώματα δὲ παντοδαπὰ ἠφίει, φοβουμένη καὶ ἀγωνιῶσα καὶ ἀπιστοῦσα καὶ ὀργιζομένη, καὶ ποτὲ μὲν ὑπὸ λύπης ταπεινή, ποτὲ δὲ ὑφ᾽ ἡδονῆς μετέωρος ἑωρᾶτο, καὶ νῦν μὲν ἐγέλα τῷ προσώπῳ πάνυ ἀσελγῶς, πάλιν δὲ εὐθὺς ἐθρήνει. 82 ἦν δὲ καὶ ὅμιλος περὶ αὐτὴν p44 γυναικῶν οὐδὲν ἐκείναις ὁμοίων αἷς ἔφην εἶναι περὶ τὴν Βασιλείαν, ἀλλ᾽ Ὠμότης καὶ Ὕβρις καὶ Ἀνομία καὶ Στάσις, αἳ πᾶσαι διέφθειρον αὐτὴν καὶ κάκιστα ἀπώλλυον. ἀντὶ δὲ Φιλίας Κολακεία παρῆν, δουλοπρεπὴς καὶ ἀνελεύθερος, οὐδεμιᾶς ἧττον ἐπιβουλεύουσα ἐκείνων, ἀλλὰ μάλιστα δὴ πάντων ἀπολέσαι ζητοῦσα.
|